TLG 0214 001 :: PHANOCLES :: Fragmenta Fragmenta frr. 1–3 Citation: Fragment — (line) | ||
t1-7 | Ἔρωτες ἢ Καλοί | |
1 | Ἢ ὡς Οἰάγροιο πάϊς Θρηΐκιος Ὀρφεὺς | |
ἐκ θυμοῦ Κάλαϊν στέρξε Βορηϊάδην, πολλάκι δὲ σκιεροῖσιν ἐν ἄλσεσιν ἕζετ’ ἀείδων ὃν πόθον, οὐδ’ ἦν οἱ θυμὸς ἐν ἡσυχίῃ, | 106 | |
5 | ἀλλ’ αἰεί μιν ἄγρυπνοι ὑπὸ ψυχῇ μελεδῶναι ἔτρυχον, θαλερὸν δερκομένου Κάλαϊν. Τὸν μὲν Βιστονίδες κακομήχανοι ἀμφιχυθεῖσαι ἔκτανον, εὐήκη φάσγανα θηξάμεναι, οὕνεκα πρῶτος ἔδειξεν ἐνὶ Θρῄκεσσιν ἔρωτας | |
---|---|---|
10 | ἄρρενας, οὐδὲ πόθους ᾔνεσε θηλυτέρων. Τοῦ δ’ ἀπὸ μὲν κεφαλὴν χαλκῷ τάμον, αὐτίκα δ’ αὐτὴν εἰς ἅλα Θρηϊκίῃ ῥῖψαν ὁμοῦ χέλυϊ ἥλῳ καρτύνασαι, ἵν’ ἐμφορέοιντο θαλάσσῃ ἄμφω ἅμα, γλαυκοῖς τεγγόμεναι ῥοθίοις. | |
15 | Τὰς δ’ ἱερῇ Λέσβῳ πολιὴ ἐπέκελσε θάλασσα· ἠχὴ δ’ ὣς λιγυρῆς πόντον ἐπέσχε λύρης, νήσους τ’ αἰγιαλούς θ’ ἁλιμυρέας, ἔνθα λίγειαν ἀνέρες Ὀρφείην ἐκτέρισαν κεφαλήν, ἐν δὲ χέλυν τύμβῳ λιγυρὴν θέσαν, ἣ καὶ ἀναύδους | |
20 | πέτρας καὶ Φόρκου στυγνὸν ἔπειθεν ὕδωρ. Ἐκ κείνου μολπαί τε καὶ ἱμερτὴ κιθαριστὺς νῆσον ἔχει, πασέων δ’ ἐστὶν ἀοιδοτάτη. Θρῇκες δ’ ὡς ἐδάησαν ἀρήϊοι ἔργα γυναικῶν ἄγρια, καὶ πάντας δεινὸν ἐσῆλθεν ἄχος, | |
25 | ἃς ἀλόχους ἔστιζον, ἵν’ ἐν χροῒ σήματ’ ἔχουσαι κυάνεα στυγεροῦ μὴ λελάθοιντο φόνου· ποινὰς δ’ Ὀρφῆϊ κταμένῳ τίνουσι γυναῖκες | |
εἰσέτι νῦν κείνης εἵνεκεν ἀμπλακίης. | 107 | |
2 | Ἀλλὰ τὸ Μοιράων νῆμ’ ἄλλυτον, οὐδέ τῳ ἔστιν ἐκφυγέειν, ὁπόσοι γῆν ἐπιφερβόμεθα. | |
3 | Ἢ ὡς θεῖον Ἄδωνιν ὀρειφοίτης Διόνυσος | |
ἥρπασεν, ἠγαθέην Κύπρον ἐποιχόμενος. | 108 |